
Βασιλεύει, ἀλλ᾿ οὐκ αἰωνίζει ᾍδης τοῦ γένους τῶν βροτῶν· σὺ γὰρ τεθεὶς ἐν τάφῳ, Κραταιὲ, ζωαρχικῇ παλάμῃ τὰ τοῦ θανάτου κλεῖθρα διεσπάραξας, καὶ ἐκήρυξας τοῖς ἀπ᾿ αἰῶνος ἐκεῖ καθεύδουσι λύτρωσιν ἀψευδῆ…
Ὅτε ἐν τῷ τάφῳ τῷ καινῷ, ὑπέρ τοῦ παντός κατετέθης, ὁ Λυτρωτής τοῦ παντός, ᾍδης ὁ παγγέλαστος ἰδών σε ἔπτηξεν, oἱ μοχλοί συνετρίβησαν, ἐθλάσθησαν πῦλαι, μνήματα ἠνοίχθησαν, νεκροί ἀνίσταντο…
Ὅτε ἐν τῷ τάφῳ σαρκικῶς θέλων συνεκλείσθης ὁ φύσει τῇ τῆς θεότητος μένων ἀπερίγραπτος καί ἀδιόριστος, τά θανάτου ἀπέκλεισας ταμεῖα καί ᾍδου ἅπαντα ἐκένωσας, Χριστέ, βασίλεια…
H ομάδα του «proxeneio-stop» σας εύχεται Καλό Πάσχα!







